Τὸν παρθ(ε)νοκρότητον ἀσκητὴν μέγαν· | |
(καὶ) χριστομυστόλεκτον θεῖον π(ατέ)ρα | |
(καὶ) θεομαρτύρητον ἄμφω παρθ(έ)νον | |
βαρθολομαῖον κρυπτοφέρρ(ης) ῥωμάν(ας) | |
δομήτορα πάτρωνα κάρτιστον ἀνω· | |
βίβλος περιείληφεν, αὔτ᾽ ἐξ ὀνύχων | |
δεικνῦσα τὴν λέοντο(ς) λεοντὴν ἴαν· | |
οὐ γὰρ ἐμὸν πέφυκε, τοῦ τὸ πᾶν φάναι: | |
ἄλλων δὲ, τῶν ν(οῦν) καθαρ(ὸν), κεκτημένων· | |
κτήτωρ δὲ τῆσδε παγκράτιος πραιπόστο(ς) | |
μονοτρόποισσιν εὐσεβὴς οἰκονόμος· | |
γραικιστὶ πραιπόσιτο(ς) προυτεθειμ(έν)ο(ς) | |
ζέοντος ἐκ πόθου γε παρωρμημένος· | |
ὧι χ(ριστ)ὲ (καὶ) σὺ παρθάνανδρε κυρία· | |
(καὶ) π(ατ)ροπ(άτ)ωρ ὡς νῦν ἑστὼς ἐν θρόνω | |
σ(ωτη)ρίαν νείματε τὴν οὐρανίαν· | |
πάνευκτον βασίλειον ἡμέραν μίαν· | |
κεκαλλονηκόσι γε σὺν νῶιν τάδε + | |
ἀντωνίου κάλιστα βιοῦντος τρόποις· | |
δίου βλασίου τῆσδε μονῆς πρωξίμου· | |
ἐκκλησιάρχου πανευλαβοῦς (?): | |
νικοδήμου γέροντος λοιπῶν ἱρέων: | |
ἐξασχιλεπτακόστω τρισδεκογδόωι·ἔτ(ει): |
Last modified: 2019-11-18.